| คย๒єгﻮเภє's profileו«•. คย๒єгﻮเภє ๔гєﻪოร ....PhotosBlogLists | Help |
|
February 25 [ Ode alla Gelosia ][Saffo - Fr. X ]
φαίνεταί μοι κῆνος ἴσος θέοισιν
ἔμμεν' ὤνηρ ὄττις ἐνάντιός τοι ἰσδάνει καὶ πλάσιον ἆδυ φωνεί- σας ὐπακούει, καὶ γελαίσας ἰμέροεν, τό μ' ἦ μὰν καρδίαν ἐν στήθεσιν ἐπτόαισεν. ὠς γὰρ ἔς σ' ἴδω βρόχε' ὤς με φώναι- σ' οὐδ' ἒν ἔτ' εἴκει, ἀλλὰ κὰμ μὲν γλῶσσα ἔαγε, λέπτον δ' αὔτικα χρῷ πῦρ ὐπαδεδρόμηκεν, ὀππάτεσσι δ' οὐδ' ἒν ὄρημμ', ἐπιρρόμ- βεισι δ' ἄκουαι: ἔκ δέ μ' ἴδρως κακχέεται, τρόμος δὲ παῖσαν ἄγρει, χλωροτέρα δὲ ποίας ἔμμι, τεθνάκην δ' ὀλίγω 'πιδεύης φαίνομ' ἔμ' αὔτᾳ.
Κ
Comments (4)
TrackbacksThe trackback URL for this entry is: http://dropoficywater.spaces.live.com/blog/cns!CF2F9FEE856D1528!6715.trak Weblogs that reference this entry
|
|
|